Joshua 21

1καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευι πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυη Καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ισραηλ 2καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλω ἐν γῇ Χανααν λέγοντες Ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν. 3καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν. 4καὶ ἐξῆλθεν κλῆρος τῷ δήμῳ Κααθ, καὶ ἐγένετο τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν τοῖς Λευίταις ἀπὸ φυλῆς Ιουδα καὶ ἀπὸ φυλῆς Συμεων καὶ ἀπὸ φυλῆς Βενιαμιν κληρωτὶ πόλεις δέκα τρεῖς 5καὶ τοῖς υἱοῖς Κααθ τοῖς καταλελειμμένοις ἐκ τῆς φυλῆς Εφραιμ καὶ ἐκ τῆς φυλῆς Δαν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση κληρωτὶ πόλεις δέκα· 6καὶ τοῖς υἱοῖς Γεδσων ἀπὸ τῆς φυλῆς Ισσαχαρ καὶ ἀπὸ τῆς φυλῆς Ασηρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν τῷ Βασαν πόλεις δέκα τρεῖς· 7καὶ τοῖς υἱοῖς Μεραρι κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ρουβην καὶ ἀπὸ φυλῆς Γαδ καὶ ἀπὸ φυλῆς Ζαβουλων κληρωτὶ πόλεις δώδεκα. 8καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις τὰς πόλεις Καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ, κληρωτί. 9καὶ ἔδωκεν φυλὴ υἱῶν Ιουδα καὶ φυλὴ υἱῶν Συμεων καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμιν τὰς πόλεις, καὶ ἐπεκλήθησαν 10τοῖς υἱοῖς Ααρων ἀπὸ τοῦ δήμου τοῦ Κααθ τῶν υἱῶν Λευι, ὅτι τούτοις ἐγενήθη κλῆρος. 11καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβοκ μητρόπολιν τῶν Ενακ [αὕτη ἐστὶν Χεβρων] ἐν τῷ ὄρει Ιουδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς 12καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χαλεβ υἱοῦ Ιεφοννη ἐν κατασχέσει· 13καὶ τοῖς υἱοῖς Ααρων τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι τὴν Χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ 14καὶ τὴν Αιλωμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμα καὶ τὰ ἀφωρισμένα αὐτῇ 15καὶ τὴν Γελλα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβιρ καὶ τὰ ἀφωρισμένα αὐτῇ 16καὶ Ασα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανυ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων. 17καὶ παρὰ τῆς φυλῆς Βενιαμιν τὴν Γαβαων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ 18καὶ Αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 19πᾶσαι αἱ πόλεις υἱῶν Ααρων τῶν ἱερέων δέκα τρεῖς. 20καὶ τοῖς δήμοις υἱοῖς Κααθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν κααθ Καὶ ἐγενήθη πόλις τῶν ὁρίων αὐτῶν ἀπὸ φυλῆς Εφραιμ, 21καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος τὴν Συχεμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ 22καὶ τὴν Καβσαιμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ καὶ τὴν ἄνω Βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 23καὶ ἐκ τῆς φυλῆς Δαν τὴν Ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτῇ 24καὶ Αιλων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γεθερεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 25καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Ταναχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ιεβαθα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 26πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Κααθ τοῖς ὑπολελειμμένοις. 27καὶ τοῖς υἱοῖς Γεδσων τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλων ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσοραν Καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο 28καὶ ἐκ τῆς φυλῆς Ισσαχαρ τὴν Κισων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δεββα καὶ τὰ ἀφωρισμένα αὐτῇ 29καὶ τὴν Ρεμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 30καὶ ἐκ τῆς φυλῆς Ασηρ τὴν Βασελλαν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δαββων καὶ τὰ ἀφωρισμένα αὐτῇ 31καὶ Χελκατ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Ρααβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 32καὶ ἐκ τῆς φυλῆς Νεφθαλι τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι τὴν Καδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Εμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς. 33πᾶσαι αἱ πόλεις τοῦ Γεδσων κατὰ δήμους αὐτῶν πόλεις δέκα τρεῖς. 34καὶ τῷ δήμῳ υἱῶν Μεραρι τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς υἱῶν Ζαβουλων τὴν Μααν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καδης Καὶ τὰ περισπόρια αὐτῆς 35καὶ Δεμνα καὶ τὰ περισπόρια αὐτῆς καὶ Σελλα καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες. 36καὶ πέραν τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἐκ τῆς φυλῆς Ρουβην τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος τὴν Βοσορ ἐν τῇ ἐρήμῳ τῇ Μισωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς 37καὶ τὴν Δεκμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαφα καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες. 38καὶ ἀπὸ τῆς φυλῆς Γαδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος τὴν Ραμωθ ἐν τῇ Γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμιν καὶ τὰ περισπόρια αὐτῆς 39καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς· αἱ πᾶσαι πόλεις τέσσαρες. 40πᾶσαι πόλεις τοῖς υἱοῖς Μεραρι κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς Λευι· καὶ ἐγενήθη τὰ ὅρια πόλεις δέκα δύο. 41Πᾶσαι αἱ πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ισραηλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν 42κύκλῳ τῶν πόλεων τούτων, πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις.
LXX: Jos.21:42 #A
καὶ συνετελεσεν ιησους διαμερισας τὴν γην ἐν τοις οριοις αυτων
LXX: Jos.21:42 #B
καὶ ἔδωκαν οἱ υἱοὶ ισραηλ μερίδα τῷ ιησοι κατὰ πρόσταγμα κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο· τὴν θαμνασαραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει εφραιμ
LXX: Jos.21:42 #C
καὶ ᾠκοδόμησεν ιησους την πόλιν και ᾤκησεν ἐν αὐτῇ.
LXX: Jos.21:42 #D
και ἔλαβεν ιησους τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς ισραηλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, και ἔθηκεν αὐτὰς εν θαμνασαραχ
43καὶ ἔδωκεν κύριος τῷ Ισραηλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ. 44καὶ κατέπαυσεν αὐτοὺς κύριος κυκλόθεν, καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν· οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν κύριος εἰς τὰς χεῖρας αὐτῶν. 45οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν, ὧν ἐλάλησεν κύριος τοῖς υἱοῖς Ισραηλ· πάντα παρεγένετο.
Copyright information for LXX